Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.570 Joseph. BJ 2.577 (English) >>Joseph. BJ 2.583

2.574κατὰ δὲ τὴν Γαυλανιτικὴν Σελεύκειάν τε καὶ Σωγαναίαν καὶ Γάμαλαν ὠχύρωσεν· μόνοις δὲ Σεπφωρίταις ἐφῆκε καθʼ ἑαυτοὺς τεῖχος ἀναδείμασθαι χρημάτων τε εὐπόρους ὁρῶν ὄντας καὶ προθύμους ἐπὶ τὸν πόλεμον δίχα προστάγματος. 2.575ὁμοίως δὲ καὶ Γίσχαλα Ἰωάννης Ληΐου καθʼ ἑαυτὸν ἐτείχιζεν Ἰωσήπου κελεύσαντος· τοῖς δʼ ἄλλοις ἐρύμασιν ἅπασιν αὐτὸς συμπονῶν ἅμα καὶ προστάσσων παρῆν. 2.576κατέλεξεν δὲ καὶ δύναμιν ἐκ τῆς Γαλιλαίας ὑπὲρ δέκα μυριάδας νέων ἀνδρῶν, οὓς πάντας ἔκ τε τῶν συλλεγομένων παλαιῶν ὅπλων ἐγκατασκευαζόμενος ὥπλιζεν. 2.577

Ἔπειτα συνιδὼν ἀήττητον τὴν Ῥωμαίων ἰσχὺν γεγενημένην εὐπειθείᾳ μάλιστα καὶ μελέτῃ τῶν ὅπλων, τὴν μὲν διδασκαλίαν ἀπέγνω τῇ χρείᾳ διωκομένην, τὸ δʼ εὐπειθὲς ὁρῶν περιγινόμενον ἐκ τοῦ πλήθους τῶν ἡγεμόνων ῥωμαϊκώτερον ἔτεμνεν τὴν στρατιὰν καὶ πλείους καθίστατο ταξιάρχους. 2.578στρατιωτῶν τε γὰρ ἀπεδείκνυεν

-- --

διαφοράς, καὶ τούτους μὲν ὑπέτασσεν δεκαδάρχαις καὶ ἑκατοντάρχαις ἔπειτα χιλιάρχοις, κἀπὶ τούτοις ἡγεμόνας ταγμάτων ἁδροτέρων ἀφηγουμένους. 2.579ἐδίδασκεν δὲ σημείων παραδόσεις καὶ σάλπιγγος προκλήσεις τε καὶ ἀνακλήσεις προσβολάς τε κεράτων καὶ περιαγωγάς, καὶ πῶς δεῖ πρὸς μὲν τὸ κάμνον ἐπιστρέφειν ἐκ τοῦ περιόντος, ἐν δὲ τῷ πονοῦντι συμπαθεῖν. 2.580ὅσα τε εἰς παράστασιν ψυχῆς καρτερίαν συνετέλει σώματος ἀφηγεῖτο· μάλιστα δʼ αὐτοὺς ἤσκει πρὸς τὸν πόλεμον παρʼ ἕκαστα τὴν Ῥωμαίων εὐταξίαν διηγούμενος, καὶ ὡς πολεμήσουσιν πρὸς ἄνδρας, οἳ διʼ ἀλκὴν σώματος καὶ ψυχῆς παράστημα πάσης ὀλίγου δεῖν τῆς οἰκουμένης κρατοῦσιν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.570 Joseph. BJ 2.577 (English) >>Joseph. BJ 2.583

Powered by PhiloLogic